Ancient Greek
1.187.2
Empedocles, Testimonia 1.187.2
Unproofread scanNot analysed yet
24' ἄτοπον δὲ καὶ τὸ τὰς δυνάμεις ἐκάστοις ἐγγίνεσθαι διὰ τὴν ἐν τοῖς μορίοις τοῦ αἵματος σύγκρασιν, ὡς ἢ τὴν γλῶτταν αἰτίαν τοῦ εὖ λέγειν <οὔσαν ἢ> τὰς χεῖρας τοῦ δημιουργεῖν, ἀλλ' οὐκ ὄργάνου τάξιν ἔχοντα. διὸ καὶ μᾶλλον ἂν τις ἀποδοίη τῇ μορφῇ τὴν αἰτίαν ἢ τῇ κράσει τοῦ αἵματος, ἢ χωρὶς διανοίας ἐστίν· οὕτως γὰρ ἔχει καὶ ἐπὶ τῶν ἄλλων ζῴων. Ἔ. μὲν οὖν ἔοικεν ἐν πολλοῖς διαμαρτάνειν.