Ancient Greek
1.188.3
Empedocles, Testimonia 1.188.3
Unproofread scanNot analysed yet
91. Arist. de sensu 2. 437b9 (über das Feuer im Auge) ἐκείνως δ’ αὐτὸς αὐτὸν ὁρᾷ ὁ ὀφθαλμός, ὥσπερ καὶ ἐν τῇ ἀνακλάσει, ἐπεὶ εἴ γε πῦρ ἦν, καθάπερ Ἔ. φησὶ καὶ ἐν τῷ Τιμαίῳ [68 A] γέγραπται, καὶ συνέβαινε τὸ ὁρᾶν ἐξίουτος ὥσπερ ἐκ λαμπτήρος τοῦ φωτός [21 B 84,3], διὰ τί οὐ καὶ ἐν τῷ σκότει εὕρα ἂν ἡ ὄψις: de gen. anim. E 1. 779b15 τὸ μὲν οὖν ὑπολαμβάνειν τὰ μὲν γλαυκὰ [sc. ὄμματα] πυρώδη, καθάπερ Ἔ. φησιν, τὰ δὲ μέλανα πλεῖον ὕδατος ἔχειν ἢ πυρός, καὶ διὰ τοῦτο τὰ μὲν ἡμέρας οὐκ οὕτω βλέπειν, τὰ γλαυκά, δι’ ἐνδειαν ὕδατος, ὅστερα δὲ νύκτωρ δι’ ἐνδειαν πυρός, οὐ λέγεται καλῶς. εἴπερ μὴ πυρὸς τὴν ὄψιν θετέον, ἀλλ’ ὕδατος πᾶσιν.