Ancient Greek
1.188.4
Empedocles, Testimonia 1.188.4
Unproofread scanNot analysed yet
92. PLATO Meno p. 76 C Βούλει οὖν σοι κατὰ Γοργίαν ἀποκρίνωμαι ἢ ἂν συ μάλιστα ἀκολουθήσῃς; —Βούλομαι· πῶς γὰρ οὔ. —Οὐκοῦν λέγετε ἀπορροὰς τινὰς τῶν ὄντων κατὰ Ἐμπεδοκλέα; —Σφῶδα γε. —Καὶ πόρους εἰς οὓς καὶ δι’ ὧν αἱ ἀπόρροιαι πορεύονται; —Πάνυ γε. —Καὶ τῶν ἀπορροῶν τὰς μὲν ἀρμόττειν ἐνίοις τῶν πόρων, τὰς δὲ ἐλάττους ἢ μείζους εἶναι; —Ἔστι ταῦτα. —Οὐκοῦν καὶ ὄψιν καλεῖς τι; —Ἔγωγε. —Ἐκ τούτων δή ‘σύνες ὦ τοι λέγω’ ἔφη Πίνδαρος, ἐστὶν γὰρ χροᾶ ἀπορροὴ σωμάτων ὀψεὶ σύμμετρος καὶ αἰσθητός. Aët. I 15,3 (D. 313) Ἔ. χρώμα εἶναι ἀπεφαίνετο τὸ τοῖς πόροις τῆς ὄψεως ἐναρμόττον. τέτταρα δὲ τοῖς στοιχείοις ἰσάριθμα, λευκὸν μέλαν ἐρυθρὸν ὑχρόν.