Ancient Greek
1.210.6
Empedocles, Testimonia 1.210.6
Unproofread scanNot analysed yet
τοῦτο μὲν ἐν κότχαισι θαλασσονόμων βαρυνώτοις, ναὶ μὴν κηρύκων τε λιθορρίνων χελύων τε ἔνθ’ ὀψει χθόνα χρωτὸς ὑπέρτατα ναιετάουσαν. 77. 78. [366. 367 K. ,423. 424 St.] PLUT. Quaest. conviv. III 2,2 p. 649 c τὸ δ’ ἀειθαλὲς τοῦτο καὶ ὡς φησίν Ἐ. ἐμπεδόφυλλον οὐκ ἔστι θερμότητος· οὐδὲ τῆς ψυχρότητος τὸ φυλλορεῖν. . . . ἐνιοὶ μὲν οὖν ὁμαλότητι κράσεως οἴονται παραμένειν τὸ φύλλον. Ἐ. δὲ πρὸς τούτῳ καὶ πόρων τινὰ συμμετρίαν αἰτιάται τεταγμένως καὶ ὁμαλῶς τὴν τροφὴν διέντων ὥστε ἀρκοῦντως ἐπιρρεῖν. THEOPHIL. caus. plant. I 13,2 εἰ δὲ καὶ συνεχῶς ὁ ἀὴρ ἀκολουθοῖ τοῖς [sc. τοῖς δένδροις]. ἴσως οὐδὲ τὰ παρὰ τῶν ποιητῶν λεγόμενα δόξειεν ἂν ἀλόγως ἔχειν [οὐδ’] ὡς Ἐ. ἀειφυλλα καὶ ἐμπεδόκαρπα φησι θάλλειν ‘καρπῶν —ἐνιαυτόν’, ὑποτιθέμενός τινα τοῦ ἀέρος κράσιν, τὴν ἡρινήν, κοινήν.