Ancient Greek
1.211.1
Empedocles, Testimonia 1.211.1
Unproofread scanNot analysed yet
καὶ γεννᾶι αὐτὰ ἐξ αὐτῶν καὶ προΐεται οὐ γονήν, ἀλλὰ κύημα τὰ καλούμενα σπέρματα. καὶ τοῦτο καλῶς λέγει Ἐ. ποιήσας ὀύτω —ἐλαίας. · τό τε γὰρ ὥιον κύημα ἐστὶ καὶ ἐκ τινος αὐτοῦ γίγνεται τὸ ζῷον, τὸ δὲ λοιπὸν τροφή, καὶ ἐκ τοῦ σπέρματος καὶ ἐκ μέρους γίγνεται τὸ φυόμενον. τὸ δὲ λοιπὸν τροφή γίγνεται τῷ βλαστῷ· καὶ τῇ ρίζῃ τῇ πρώτῃ. THEOPHR. caus. plant. A 7, 1 τὰ δὲ σπέρματα πάντων ἔχει τινὰ τροφήν ἐν αὐτοῖς, ἡ συναποτίκτεται τῇ ἀρχῇ καθάπερ ἐν τοῖς ὥιοις· ἡ καὶ οὐ κακῶς Ἐμπεδοκλῆς εἴρηκε φάσκων ὡιοτοκεῖν μακρὰ δένδρεα· παραπλήσια γὰρ τῶν σπερμάτων ἡ φύσις τοῖς ὥιοις. οὕτω δ᾽ ὡιοτοκεῖ μακρὰ δένδρεα πρῶτον ἐλαίας.