Ancient Greek
2.178.1 to 2.178.3
Empedocles, Testimonia 2.178.1-3
Unproofread scanNot analysed yet
—ἐχθει' [fr. 17, 7. 8]. καὶ τὸν μὲν ἡλίον φησι πυρὸς ἀθροίσμα 77 μέγα καὶ τῆς σελήνης μειζῶν· τὴν δὲ σελήνην διοχοειδῆ, αὐτὸν δὲ τὸν οὐρανὸν χρυσταλλοειδῆ. καὶ τὴν ψυχὴν παντοία εἴδη ζώων καὶ φυτῶν ἐνδύεσθαι· φησι γοῦν· ἥδη —ἰχθύς' [fr. 117]. τὰ μὲν οὖν Περὶ φύσεως αὐτῷ καὶ οἱ Καθαρμοὶ εἰς ἑπὶ τείνουσι πεντακισχίλια [?],ὁ δὲ Ἱατρικὸς λόγος εἰς ἑπὴ ἑξάκοσια. περὶ δὲ τῶν τραγωδιῶν προειρήκαμεν [§58]. Ἐμπεδοκλῆς Μέτωρος, οἱ δὲ Ἀρχινόμου [aus Hesych], οἱ δ' Ἐξαινέτου. καὶ ἀδελφὸν ἔσχε Καλλιχρατίδην [aus Laert. 10 §53]. ἡκροάσατο δὲ πρώτον Παρμενίδου, οὕτως, ὡς φησι Πορφύριος ἐν Φιλοσόφῳ ἱστορίᾳ, ἐγένετο παιδικά. οἱ δὲ ἔφασαν μαθητὴν Τηλανύους, τοῦ Πυθαγόρου υἱοῦ, τὸν Ἐμπεδοκλέα γενέσθαι [aus Porphy. Hist. philos. fr. 8 Nauck].