Ancient Greek
2.178.5
Empedocles, Testimonia 2.178.5
Unproofread scanNot analysed yet
15 Ἀκραγαντῖνος δὲ φιλόσοφος φυσικὸς καὶ ἐποποιός [aus Hesych]. οὗτος ὁ Ἐμπεδοκλῆς στέμμα ἔχων ἐπὶ τῆς κεφαλῆς χρυσοῦν καὶ ἀμύκλας ἐν τοῖς ποσὶ χαλκὰς καὶ στέμματα Δελφικὰ ἐν ταῖς χερσὶν ἐπῆλθε τὰς πόλεις, δόξαν περὶ αὐτοῦ κατασχέιν ὡς περὶ θεοῦ βουλόμενος. ἐπειδὴ δὲ γηραιὸς ἐγένετο, νύκτωρ ἐρρίψεν 20 ἑαυτὸν εἰς κρατῆρα πυρός, ὥστε μὴ φανῆναι αὐτοῦ τὸ σῶμα. καὶ οὕτως ἀπώλετο τοῦ σανδαλίου αὐτοῦ ἐκβρασθέντος ὑπὸ τοῦ πυρός. ἐπεκλήθη δὲ καὶ Κωλυσανέμας διὰ τὸ ἀνέμου πολλοῦ ἐπιθεμένου τῇ Ἀκράγαντι ἐξελάσαι αὐτὸν δορὰς ὄνων περιθέντα τῇ πόλει [aus Porph. vgl. A 16].