Ancient Greek
2.185.4
Empedocles, Testimonia 2.185.4
Unproofread scanNot analysed yet
41. RHEIN. de gen. et corr. 19, 3 Vitelli πρὸς μὲν γὰρ τὰ φαινόμενα ἐναντία λέγει ἀναιρῶν τὴν ἀλλοίωσιν ἐναργῇ οὖσαν, πρὸς ἑαυτὸν δὲ διότι λέγει μὲν ἀμετάβλητα τὰ στοιχεῖα, καὶ αὐτὰ μὴ μὴ γίνεσθαι ἐξ ἀλλήλων τὰ 30 δὲ ἄλλα ἐκ τούτων. πάλιν δὲ φησὶ τῆς Φιλίας κρατοῦσης τὰ πάντα ἐν γίνεσθαι καὶ τὸν Σφαῖρον ἀποτελεῖν ἄποιον ὑπάρχοντα, ὡς μηκέτι μήτε τὴν τοῦ πυρὸς μήτε τῶν ἄλλων τινὸς σώζεσθαι ἐν αὐτῷ ἰδιότητα, ἀποβιβλλοντος ἑκάστου τῶν στοιχείων τὸ οἰκεῖον εἶδος.