Ancient Greek
2.185.5
Empedocles, Testimonia 2.185.5
Unproofread scanNot analysed yet
42. ARIST. de caelo Γ 2. 301ᵃ 14 ἐκ διεστώτων δὲ καὶ κινουμένων οὐκ 35 εὐλόγον ποιεῖν τὴν γένεσιν. διὸ καὶ Ἐ. παραλείπει τὴν ἐπὶ τῆς Φιλότητος· οὐ γὰρ ἂν ἠδύνατο συστήσαι τὸν οὐρανὸν ἐκ κεχωρισμένων μὲν κατασκευάζων, σύγκρισιν δὲ ποιῶν διὰ τὴν Φιλότητα· ἐκ διακεκριμένων γὰρ συνέστηκεν ὁ κόσμος τῶν στοιχείων. ὥστ’ ἀναγκαῖον γίνεσθαι ἐξ ἐνὸς καὶ συγκεκριμένου.