Ancient Greek
2.193.3
Empedocles, Testimonia 2.193.3
Unproofread scanNot analysed yet
85. AET. V 24, 2 [D. 435] Ἐ. τὸν μὲν ὕπνον καταψύξει τοῦ ἐν τῷ αἵματι θερμοῦ συμμετρῶ γίνεσθαι, τῇ δὲ παντελεῖ θάνατον. 25, 4 [D. 437] Ἐ. τὸν θάνατον γίγνεσθαι διαχωρισμῷ τοῦ πυρώδους <καὶ ἀερώδους καὶ ὑδατώδους καὶ γεωδους>, ἐξ ὧν ἡ σύγκρισις τῷ ἀνθρώπῳ συνεστάθη· ὥστε κατὰ τοῦτο κοινὸν εἶναι τὸν θάνατον σώματος καὶ ψυχῆς· ὕπνον δὲ γίνεσθαι διαχωρισμῷ τοῦ πυρώδους.