Ancient Greek
2.193.4
Empedocles, Testimonia 2.193.4
Unproofread scanNot analysed yet
86. THEOPHR. de sensu 1 sqq. [D. 499 sqq.] Παρμενίδης μὲν καὶ Ἐ. καὶ Πλάτων τῷι ὁμοίωι [sc. ποιοῦσι τὴν αἴσθησιν], οἱ δὲ περὶ Ἀναξαγόραν καὶ Ἡράκλειτον τῷι ἐναντίωι. . . περὶ ἑκάστης δὲ τῶν κατὰ μέρος οἱ μὲν ἄλλοι σχεδὸν ἀπολείπουσιν, Ἐ. δὲ πειρᾶται καὶ ταύτας ἀνάγειν εἰς τὴν ὁμοιότητα. [D. 500] Ἐ. δὲ περὶ ἀπασῶν ὁμοίως λέγει καὶ φησι τῷι ἐναρμόττειν εἰς τοὺς πόρους τοὺς ἑκάστης αἰσθάνεσθαι· διὸ καὶ οὐ δύνασθαι, τὰ ἄλληλῶι κείνειν, ὅτι τῶν μὲν εὐρύτεροι πως, τῶν δὲ στενότεροι τυγχάνουσιν οἱ πόροι πρὸς τὸ αἰσθητόν, ὡς τὰ μὲν οὐχ ἁπτόμενα διεντονεῖν τὰ δ' ὅλως εἰσελθεῖν