Ancient Greek
2.194.1
Empedocles, Testimonia 2.194.1
Unproofread scanNot analysed yet
οὐ δύνασθαι. πειρᾶται δὲ καὶ τὴν ὀψὴν λέγειν, ποία τις ἐστί· καὶ φησι τὸ μὲν ἐντὸς αὐτῆς εἶναι πῦρ [cf. fr. 84. 85], τὸ δὲ περὶ αὐτὸ [näm1. τὸ πῦρ] (ὑδωρ καὶ) γῆν καὶ ἀέρα δι’ ὧν διέκειν λεπτόν ὃν καθάπερ τὸ ἐν τοῖς λαμπτήροι φῶς. τοὺς δὲ πόρους ἐναλλάξ κεῖσθαι τοῦ τε πυρὸς καὶ τοῦ ὕδατος, ὧν τοῖς μὲν τοῦ πυρὸς τὰ λευκά, τοῖς δὲ τοῦ ὕδατος τὰ μέλανα γνωρίζειν· ἐναρμόττειν γὰρ ἐκατέροις ἐκάτερα. φέρεσθαι δὲ τὰ χρώματα πρὸς τὴν ὀψὴν διὰ τὴν ἀπορροήν.