Ancient Greek
2.194.3
Empedocles, Testimonia 2.194.3
Unproofread scanNot analysed yet
2) τὴν δ’ ἀκοὴν ἀπὸ τῶν ἐξωθεν [ἐξωθεν Schneider nach S. 102, 13] γίνε-σθαι ψόφων, ὅταν ὁ ἀὴρ ὑπὸ τῆς φωνῆς κινηθεὶς ἡχμὶ ἐντός. ὥσπερ γὰρ εἶναι κώδωνα τῶν ἄσω [?ἐσωθεν] ἡχων τὴν ἀκοήν, ἣν προσαγορεύει σάρκινον ὄζον· κινομένην [κινομένης?] δὲ παίζειν τὸν ἀέρα πρὸς τὰ στε-ρεὰ καὶ ποιεῖν ἦχον. ὀσφρησιν δὲ γίνεσθαι τῇ ἀναπνοῇ. διὸ καὶ μάλιστα ὀσφραίνεσθαι τούτους, οἷς σφοδροτάτη τοῦ ἀσθματος ἡ κίνησις· ὀσμὴν δὲ πλείστην ἀπὸ τῶν λεπτῶν καὶ τῶν κοῦφων ἀπορρεῖν. περὶ δὲ γεύσεως καὶ ἄψης οὐ διορίζειν καθ’ ἐκάτεραν οὔτε πῶς οὔτε δι’ ἀ γίγνονται, πλὴν τὸ κοινὸν ὅτι τῷ ἐναρμόττειν τοῖς πόροις αἰσθήσεις ἐσθιν· ἡδεσθαι δὲ τοῖς ὁμοίο-οις κατὰ τε (τὰ) μόρια καὶ τὴν κράσιν [d. h. κατὰ τὴν ἐν τοῖς καθ’ ἕκαστα μορίοις τοῦ σώματος κράσιν τῶν στοιχείων vgl. §10], λυπεῖσθαι δὲ τοῖς ἐναντίοις.