Ancient Greek
2.194.4
Empedocles, Testimonia 2.194.4
Unproofread scanNot analysed yet
ὡσαύτως δὲ λέγει καὶ περὶ φρονήσεως καὶ ἀγνοίας. τὸ μὲν γὰρ φρο-νεῖν εἶναι τοῖς ὁμοίοις, τὸ δ’ ἀγνοεῖν τοῖς ἀνομοίοις, ὡς ἢ ταυτὸν ἢ παρα-πλήσιον ὃν τῇ αἰσθήσει τὴν φρόνησιν. διαριθμησάμενος γάρ, ὡς ἕκαστον ἕκαστῳ γνωρίζομεν, ἐπὶ τέλει προσέθηκεν ὡς ‘ἐκ τούτων —ἀνιῶνται’ [fr. 107]. διὸ καὶ τῷ αἵματι μάλιστα φρονεῖν· ἐν τούτῳ γὰρ μάλιστα κεκρᾶσθαι [ἐστί] τὰ στοιχεῖα τῶν μερῶν.