Ancient Greek
2.194.5
Empedocles, Testimonia 2.194.5
Unproofread scanNot analysed yet
ὅσοις μὲν οὖν ἴσα καὶ παραπλήσια μέμεικται καὶ μὴ διὰ πολλοῦ μηδ’ αὐ μικρὰ μηδ’ ὑπερβάλλοντα τῷ μεγέθει, τούτους φρονιμωτάτους εἶναι καὶ κατὰ τὰς αἰσθήσεις ἀκριβεστάτους, κατὰ λόγον δὲ καὶ τοὺς ἐγυγτάτω τούτων, ὅσοις δ’ ἐναντίως, ἀφρονεστάτους. καὶ ὧν μὲν μανιὰ καὶ ἀραία κεῖται τὰ στοιχεῖα, νωθροὺς καὶ ἐπιπόνους· ὧν δὲ πυκνὰ καὶ κατὰ μικρὰ τεθραυσμένα, τοὺς δὲ τοιούτους ὀξεῖς φερομένους καὶ πολλοῖς ἐπιβαλλομένους ὀλίγα ἐπιτελεῖν διὰ τὴν ὀξύτητα τῆς τοῦ αἵματος φοράς. οἷς δὲ καθ’ ἕν τι μόριον ἢ μέση κράσις ἐστι, ταύτην σφοροὺς ἐκάστους εἶναι· διὸ τοὺς μὲν ὧητορας ἀγαθούς, τοὺς δὲ τεχνίτας, ὡς τοῖς μὲν ἐν ταῖς χερσί, τοῖς δὲ ἐν τῇ γλώττῃ τὴν κράσιν οὔσαν· ὁμοίως δ’ ἔχειν καὶ κατὰ τὰς ἄλλας δυνάμεις.