Ancient Greek
2.195.1
Empedocles, Testimonia 2.195.1
Unproofread scanNot analysed yet
αἰσθάνεσθαι τῶν ἄλλων. ἐναρμόττει γὰρ καὶ τοῖς τῶν ἀνψυχῶν πόροις· ὅλως γὰρ ποιεῖ τὴν μίξιν τῇ συμμετρίᾳ τῶν πόρων· διόπερ ἕαιον μὲν καὶ ὕδωρ οὐ μείγνυσθαι, τὰ δὲ ἄλλα ὑγρὰ καὶ περὶ ὧσων δὴ καταριθμεῖται τὰς ἰδίας κράσεις. ὥστε πάντα τε αἰσθήσεται καὶ ταυτὸν ἔσται μίξις καὶ αἴσθησις καὶ αὐξησις· πάντα γὰρ ποιεῖ τῇ συμμετρίᾳ τῶν πόρων, ἐὰν μὴ προσθῇ τινα διαφορὰν.