Ancient Greek
2.195.2
Empedocles, Testimonia 2.195.2
Unproofread scanNot analysed yet
ἔπειτα ἐν αὐτοῖς τοῖς ἐμψύχοις τί μᾶλλον αἰσθήσεται τὸ ἐν τῷ ζῴῳ πῦρ ἢ τὸ ἔκτος, εἴπερ ἐναρμόττουσιν ἀλλήλοις; ὑπάρχει γὰρ καὶ ἡ συμμετρία καὶ τὸ ὅμοιον. ἔτι δὲ ἀνάγκη διαφορὰν τινα ἔχειν, εἴπερ αὐτὸ μὲν μὴ δύναται συμπληροῦν τοὺς πόρους, τὸ δ’ ἔξωθεν ἐπεσιόν· ὥστ’ εἰ ὅμοιον ἦν πάντῃ καὶ πάντως, οὐκ ἂν ἦν αἴσθησις. ἔτι δὲ πότερον οἱ πόροι κενοὶ ἢ πλήρεις; εἰ μὲν γὰρ κενοί, συμβαίνει διαφωνεῖν ἑαυτῷ. φησὶ γὰρ ὅλως οὐκ εἶναι κενόν· εἰ δὲ πλήρεις, ἀεὶ ἂν αἰσθάνοιτο τὰ ζῷα· δῆλον γὰρ ὡς ἐναρμόττει, καθάπερ φησὶ τὸ ὅμοιον.