Ancient Greek
2.195.5
Empedocles, Testimonia 2.195.5
Unproofread scanNot analysed yet
ἀλλὰ μὴν οὐδὲ τὴν ἡδονὴν καὶ λύπην ὁμολογουμένως ἀποδίδωσιν ἡδεσθαι μὲν ποιῶν τοῖς ὁμοίοις, λυπεῖσθαι δὲ τοῖς ἐναντίοις· ‘ἔχθρά’ γὰρ εἶναι, διότι πλεῖστον —ἐκμακτοῖσιν’ [fr. 22, 6. 7]. αἰσθήσεις γὰρ τινας ἢ μετ’ αἰσθήσεως ποιοῦσι [Empedokles und Anaxagoras nach §17?] τὴν ἡδονὴν καὶ τὴν λύπην, ὥστε οὐχ ἅπασί γίνεται τοῖς ὁμοίοις. ἔτι εἰ τὰ συγγενῆ μάλιστα ποιεῖ τὴν ἡδονὴν ἐν τῇ ἀφῇ, καθάπερ φησὶ τὰ σίμφρυτα μάλιστα ἂν ἡδοῖτο καὶ ὅλως αἰσθάνοιτο· διὰ τῶν αὐτῶν γὰρ ποιεῖ τὴν αἰσθήσιν καὶ τὴν ἡδονήν. καίτοι πολλάκις αἰσθανόμενοι λυποῦμεθα κατ’ αὐτὴν τὴν αἰσθήσιν, ὡς <δ’> Ἀναξαγόρας φησὶν, ἀεὶ· πᾶσαν γὰρ αἰσθήσιν εἶναι μετὰ λύπης. ἔτι δ’ ἐν ταῖς κατὰ μέρος· συμβαίνει γὰρ τῷ ὁμοίῳ γίγνεσθαι τὴν γνώσιν· τὴν γὰρ ὀψιν ὅταν ἐκ πυρὸς καὶ τοῦ ἐναντίου συστήσῃ, τὸ μὲν λευκὸν καὶ τὸ μέλαν δύνατ’ ἂν τοῖς ὁμοίοις γνωρίζειν, τὸ δὲ φαῖον καὶ τὰλλα χρώματα τὰ μεικτὰ πῶς; οὔτε γὰρ τοῖς τοῦ πυρὸς οὔτε τοῖς τοῦ ὕδατος πόρους οὐτ’ ἄλλοις ποιεῖ κοινοῖς ἐξ ἀμφοῖν· ὁρῶμεν δ’ οὐδὲν ἧττον ταῦτα τῶν ἀπλῶν.