Ancient Greek
2.195.4
Empedocles, Testimonia 2.195.4
Unproofread scanNot analysed yet
ἔτι δὲ εἰ καὶ μὴ ἐναρμόττοι τὸ ὅμοιον, ἀλλὰ μόνον ἅπτοιτο, καθ’ ὅτιοὖν εὐλόγον αἰσθήσιν γίγνεσθαι· δυοῖν γὰρ τούτων ἀποδίδωσι τὴν γνώσιν τῷ τε ὁμοίῳ καὶ τῇ ἀφῇ· διὸ καὶ τὸ ‘ἀρμόττειν’ εἴρηκεν. ὥστ’ εἰ τὸ ἕλαττον ἄφαιτο τῶν μειζόνων, εἴη ἂν αἴσθησις. ὅλως τε κατὰ γε ἕκείνον ἀφαιρεῖται καὶ τὸ ὅμοιον, ἀλλὰ ἡ συμμετρία μόνον ἱκανόν. διὰ τοῦτο γὰρ οὐχ αἰσθάνεσθαί φασιν ἀλλήλων, ὅτι τοὺς πόρους ἀσυμμέτρους ἔχουσιν· εἰ δ’ ὅμοιον ἢ ἀνόμοιον τὸ ἀπορρέον, οὐδὲν ἔτι προσεφώρασεν. ὥστε ἢ οὐ τῷ ὁμοίῳ ἢ αἴσθησις ἢ οὐ διὰ τινα ἀσυμμετρίαν οὐ κρῖνονσιν, ἀπάσας <τ’> ἀνάγκη τὰς αἰσθήσεις καὶ πάντα τὰ αἰσθητὰ τὴν αὐτὴν ἔχειν φύσιν.