Ancient Greek
2.203.6
Empedocles, Testimonia 2.203.6
Unproofread scanNot analysed yet
15 [350—353 K. ,51—54 St.] PLUT. adv. Col. 12 p. 1113 D (nach fr. 11) τὸ μετὰ ταῦτ’ ἐπὶ τοῦναντίον ἂν αἰτιάσασθαι παράσχοι τοῦ ’Εμπεδοκλέους λέγοντος· οὐκ ἂν ἄνηρ τοιαῦτα σοφὸς φρεσὶ μαντεύσατο, ὡς ὄφρα μὲν τε βιώσι, τὸ δὴ βίωτον καλέουσι, τόσφα μὲν οὖν εἰσίν, καὶ σφιν πάρα δειλὰ καὶ ἐσθλά, πρὶν δὲ πάγεν τε βροτοὶ καὶ λύθεν, οὐδὲν ἀρ’ εἰσίν. ταῦτα γὰρ οὐκ ἀρνουμένου μὴ εἶναι τοὺς γεγονότας καὶ ζῶντάς ἐστιν, εἶναι δὲ μᾶλλον οἰομένου καὶ τοὺς μηδέπω γεγονότας καὶ τοὺς ἤδη τεθνηκότας.