Ancient Greek
2.203.7 to 2.204.1
Empedocles, Testimonia 2.203.7-2.204.1
Unproofread scanNot analysed yet
16 [0 K. ,110—111 St.] HIPPOL. Ref. VII 29. 247, 14 καὶ ἐστι πάντων τῶν γεγονότων τῆς γενέσεως δημιουργὸς καὶ ποιητὴς τὸ Νεῖκος τὸ ὀλέθριον, τῆς δὲ τοῦ κόσμου τῶν γεγονότων ἐξαγωγῆς καὶ μεταβολῆς καὶ εἰς τὸν ἕνα [sc. κόσμον] ἀποκαταστάσεως ἡ Φιλία· περὶ ὧν ὁ ’Ε. ὅτι ἐστὶν ἀθάνατα δύο καὶ αγένῃτα καὶ ἀρχὴν τοῦ γενέσθαι μηδέποτε εἰληφότα ἄμα [ἀλλὰ codex] λέγει τοιοῦτόν τινα τρόπον· ἦ γὰρ —αἰών· τίνων τούτων; τοῦ Νείκου καὶ τῆς Φιλίας.