Ancient Greek · ~4 min
Page 226
Ephraem Syrus Theol., De abstinendo a cupiditatibus carnalibus, et de certamine ac de multa securitate, ad fratrem qui excidit 226
Not analysed yet
γία αὕτη; Ὅτι ὁ ἐνοχλῶν, φησίν, ἡγούμενος· καὶ δέδοικα μήποτε κακοποιήσεταί με. Ποία πόρωσις τοιαύτη, ἢ ποῖος σκοτισμός; Ποῦ τοίνυν ἡ διδασκαλία τοῦ Σωτῆρος ἡμῶν Θεοῦ; Ἔφη γάρ· μὴ φοβεῖσθε ἀπὸ τῶν ἀνθρώπων κτεινόντων τὸ σῶμα, καὶ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ. Ποῦ ἡ διδαχὴ τῶν Ἀποστόλων καὶ Προφητῶν, καὶ τῶν Ψαλμῶν ἡ μελέτη; Ὁ ἀθλητὴς πρὸ ἀγῶνος συγχρίεται, ἵνα ἐν καιρῷ ἀγώνων στεφανίτης ἀναδειχθῇ. Ὁ στρατιώτης πρὸ ἐπαναστάσεως πολέμου γυμνάζεται, ἵνα ἐν καιρῷ πολέμου δόκιμος ἀναδειχθῇ· ἡμεῖς δέ ἐσμεν εἰρήνης στρατιῶται καὶ εὐδίας κυβερνῆται. Ἐπελάθου δι' οὗ ἐξῆλθες ἐκ τοῦ κόσμου, καὶ τῶν κατὰ σάρκα γονέων σεαυτὸν ἐμάκρυνας; Ἀνθρώπινος φόβος κατεκράτησέ σου τῆς ψυχῆς; Ἀλγεῖ μοι περὶ σοῦ, ἀδελφέ. Ἐπειδὴ δὲ εἴρηκας ὅτι οἱ λόγοι αὐτῶν σαθροῦσί μου τὴν διάνοιαν, ἀλλὰ μνημονεύσωμεν τοῦ Παροιμιαστοῦ λέγοντος· μέλι ἀποστάζει ἀπὸ χειλέων γυναικὸς πόρνης· τὸ ἡδὺ τῆς ἐπιθυμίας μέλι αἰνιττόμενος. Καὶ τί ἐπιφέρει, λέγων· ἣ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα, ὕστερον