Ancient Greek · ~3 min
Page 227
Ephraem Syrus Theol., De abstinendo a cupiditatibus carnalibus, et de certamine ac de multa securitate, ad fratrem qui excidit 227
Not analysed yet
δὲ πικρότερον χολῆς εὑρήσεις, καὶ ἠκονημένον μᾶλλον ὑπὲρ μάχαιραν δίστομον. Καὶ ἐν ἑτέρῳ λέγει περὶ τῶν ἐνδεδυμένων ἐνδύματα προβάτων, καὶ ἔσωθεν τυγχάνουσι λύκοι ἅρπαγες, καὶ ἐργάται ὄντες τῆς ἀνομίας. Φησὶ γὰρ Ἀπόστολος· καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων. Οὐκ ἐννοεῖς δὲ καὶ τοῦτο, ὅτι καὶ ἑκατὸν ἔτη ἐὰν δουλεύσωμεν τῇ ἀσωτίᾳ, ἔσχατον τούτων θάνατος ἡμᾶς ἐκτρίψει, καὶ μετὰ θάνατον κρίσις; Εἰ δὲ λέγεις ὅτι δυνάστης τυγχάνει, νόει τοῦτο, ὅτι καὶ οἱ ἐπαναστάντες τῇ μακαρίᾳ Σωσάννῃ, ἐν Βαβυλῶνι, ἄρχοντες ὑπῆρχον τοῦ λαοῦ. Καὶ ὁ μακάριος Ἰωσὴφ ἀργυρώνητος ὑπῆρχε τῇ Αἰγυπτίᾳ. Οὐκ ἀκήκοας δὲ τοῦ λέγοντος· μὴ λάβῃς πρόσωπον κατὰ τῆς ψυχῆς σου, μηδὲ αἰσχυνθῇς εἰς πτῶσίν σου; Ἔστι γὰρ αἰσχύνη ἐπάγουσα ἁμαρτίαν, καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις. Οὐκ ἔστιν ἡμῖν ἀπολογία· οὐ γὰρ ἄβατον γῆν οἰκοῦμεν. Βοήσας τις βιαζόμενος ἐπισυνῆξε πλῆθος πρὸς βοήθειαν.