Ancient Greek · ~4 min
Page 228
Ephraem Syrus Theol., De abstinendo a cupiditatibus carnalibus, et de certamine ac de multa securitate, ad fratrem qui excidit 228
Not analysed yet
Προσχῶμεν δὲ μήπως ἐξ ἡμῶν ἡ αἰτία τοῦ σφάλματος γεγένηται· μυσαρὸν γὰρ καὶ βαρὺ τὸ πρᾶγμα. Ὅρα μὴ κινήματα ἀπρεπῆ παρ' ἡμῖν πολιτεύεται. Μὴ ἐσθὴς μαλακή, μὴ ἀρωμάτων ἀποφορὰ ἐν ἱματίοις, ὡς αἱ θήλειαι, ἀλλὰ μᾶλλον ἡ ψυχὴ ἐχέτω ἀποφορὰν εὐωδίας τοῦ Ἁγίου Πνεύματος, δι' ἀρίστης πολιτείας. Μὴ πόδες πρὸς ὡραϊσμὸν σμηχόμενοι· πάνυ γὰρ ἀντίκειται τῇ σωφροσύνῃ τοῦτο τὸ μελέτημα. Μὴ τὸ ἱμάτιον ὑπεράνω τῶν σκελῶν· ἀναισχυντίαν γὰρ τῆς ψυχῆς κατηγορεῖ. Μὴ βλέμματα ἄτακτα· μὴ πρόχειροι εἰς γέλωτα· μὴ γελοῖα ἀποφθέγγεσθαι· μὴ φίλαρχοι καὶ φιλάργυροι· μὴ γαστρίμαργοι καὶ μέθυσοι καὶ ἀπαίδευτοι καὶ ἀνευλαβεῖς· μὴ ἀνήσυχοι καὶ μισέργατοι· μὴ λόγοι αἰσχροὶ καὶ σχήματα χαρακτηρίζοντα τὸ πάθος· μὴ φωνὴ πρὸς ἔρωτα καὶ ἀπάτην φιλοκαλλουμένη. Ταῦτα γὰρ καὶ τὰ τούτοις ὅμοια ψεκτὰ καὶ ἀθέμιτα καὶ ἀλλότρια Χριστιανῶν ὑπάρχουσι, καὶ πᾶς ὁ ἐν τούτοις ἀναστρεφόμενος χαλεπὸν ἑαυτῷ καὶ βαρὺ κατασκευάζει τὸ κρῖμα τῆς ὀργῆς· καθότι οὐκ ἐκάλεσεν ἡμᾶς ὁ Θεὸς ἐπὶ ἀκαθαρσίᾳ, ἀλλ' ἐν ἁγιασμῷ. Οὔπω μέχρις αἵματος ἀντικατέστημεν πρὸς τὴν