Ancient Greek · ~3 min
Page 298
Ephraem Syrus Theol., De locis beatis 298
Not analysed yet
Περὶ τῶν μακαρίων τόπων Ταύτας τὰς ἐντολὰς ποιοῦντες προπέμψωμεν ἐκεῖ τοὺς καρποὺς αὐτῶν. Ταῦτα, ἀγαπητοί, ὧδε μὲν ἐπιτελοῦνται, ἐκεῖ δὲ προλαμβάνουσιν. Ταῦτα, ἀδελφοί, ὧδε μὲν φαίνονται μικρά, ἐκεῖ δὲ ἑτοιμάζουσι μισθὸν μέγαν καὶ ἀνείκαστον. Ἐκεῖ προλαμβάνει πᾶσα ἐντολὴ ἐκδεχομένη τὸν ποιήσαντα αὐτήν. Ἐκεῖ ἐντολὴ καὶ πρᾶξις ἀγαθή, εἴτε μικρὰ εἴτε μεγάλη, ἀπέρχεται, καὶ ἀποτίθεται εἰς τὰ οὐράνια ταμιεῖα, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει, οὔτε κλέπται διορύσσουσιν. Ἐκεῖ σπουδάσωμεν προπέμψαι τὴν ἀγαθὴν ἐργασίαν τῶν πράξεων, ἵνα ὅταν ἀπαλλαγῶμεν τούτου τοῦ πολυστενάκτου βίου, θαρροῦντες καὶ χαίροντες ἐκεῖ ἀπέλθωμεν, καὶ προσδοκῶντες τὴν ἐπὶ τῶν νεφελῶν ἀπάντησιν, καὶ ἀξιωθῶμεν εἰσελθεῖν, ὅπου καὶ πάντες οἱ Ἅγιοι ἐν μεγάλῃ χαρᾷ βασιλεύουσι,