Ancient Greek · ~4 min
Page 299
Ephraem Syrus Theol., De locis beatis 299
Not analysed yet
παρακαλοῦντες ὑπὲρ ἡμῶν τὸν Δεσπότην, ὅπως ἀξιωθῶμεν εἰσελθεῖν εἰς ἐκείνην τὴν χαρὰν τὴν ἀνεκλάλητον, τὴν ἀνείκαστον, τὴν ἀνεκδιήγητον, εἰς ἃ ἐπιθυμοῦσιν Ἄγγελοι παρακύψαι· ὅπου οἱ χοροὶ καὶ τὰ τάγματα τῶν δικαίων. Ἐκεῖ ὁ κόλπος τοῦ Ἀβραὰμ ὑποδέχεται τοὺς ὑπομένοντας τὰς θλίψεις, καθὼς καὶ τὸν Λάζαρον. Ἐκεῖ ἀνοίγονται θησαυροὶ τῶν αἰωνίων ἀγαθῶν· ἔνθα ἡ ἄνω Ἱερουσαλήμ, ἡ μήτηρ τῶν πρωτοτόκων, ὡς νύμφη κεκαλλωπισμένη καὶ ὑποδεχομένη τοὺς ἐργαζομένους τὰς τοῦ Κυρίου ἐντολάς. Ἐκεῖ ἐν τῇ μακαρίᾳ γῇ τῶν πραέων, ὅπου πάντα ἤρεμα καὶ ἀστασίαστα, ὅπου πάντα φωτεινὰ καὶ θεάρεστα, ὅπου οὐδεὶς ὁ ἀδικῶν ἢ ὁ τυραννούμενος, ὅπου οὐκ ἔνι ἁμαρτία καὶ μελάνωσις. Ἔνθα φῶς τὸ ἀπρόσιτον καὶ χαρὰ ἡ ἀνεκλάλητος· ἔνθα οὐκ ἔνι πόνος οὐδὲ δάκρυα· ἔνθα οὐκ ἔνι φροντὶς οὐδὲ μέριμνα οὔτε κλαυθμός. Ὅπου οὐκ ἔνι ἄρσεν καὶ θῆλυ. Ὅπου οὐκ ἔνι Διάβολος, οὐδὲ θάνατος, οὔτε νηστεία, οὔτε λύπη, οὔτε ἔρις, οὔτε ζῆλος, ἀλλ' ὅλα ἐξ ὅλου χαρά, εἰρήνη, εὐφροσύνη. Ὅπου τὸ ὕδωρ τῆς ἀναπαύσεως, ὁ τῆς χλόης τόπος, καὶ ἡ τετραχῇ μεριζομένη πηγή, καὶ ἡ παρὰ τοῦ Θεοῦ τῶν ὅλων γεωργουμένη ἄμπελος, εἰς ἐκείνην τὴν μακα-