Ancient Greek
Page 302
Ephraem Syrus Theol., De locis beatis 302
Not analysed yet
νιον. Ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθόν, καὶ προπέμψωμεν ἐκεῖ ἕκαστος τὸ κατὰ δύναμιν· ἐλεημοσύνην, συμπάθειαν, ξενοδοχίαν, μετάνοιαν, δάκρυα, νηστείαν, ἀγρυπνίαν, ἐγκράτειαν, προσευχήν, ψαλμῳδίαν, τὸ ἀλοιδόρητον, τὸ ἄμαχον, τῶν θλίψεων τὴν ὑπομονήν, χαμοκοιτίαν, παρθενίαν. Τὰ <δὲ> μείζονα πάντων, τὰ τρία ταῦτα· τὸ μὴ μιᾶναι τὴν πίστιν ἐν αἱρέσει, τὸ φιλόπτωχον, καὶ τὸ συγχωρεῖν τοῖς ἀδελφοῖς τὰ παραπτώματα καὶ [τὸ] μὴ ἔχειν ἔχθραν κατά τινος. Ταῦτα καὶ τὰ τοιαῦτα, ἀδελφοί μου, ποιοῦντες, προπέμψωμεν ἕκαστος τὸ κατὰ δύναμιν· ὁ μὲν μίαν ἐντολήν, ὁ δὲ δύο, ὁ δὲ πέντε, ὁ δὲ δέκα, ὁ δὲ τριάκοντα, ὁ δὲ ἑξήκοντα, ὁ δὲ ἑκατόν. Ὁ οὖν Θεὸς τῶν οἰκτιρμῶν, ὁ δεξάμενος τὰ δύο λεπτὰ τῆς χήρας, δέχεται παρ' ἑκάστου καὶ τὰ πολλὰ καὶ τὰ ὀλίγα, καὶ ἀποδίδωσιν ἑκάστῳ, καθὼς γέγραπται, ὅτι ἕκαστος τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον, μόνον μὴ παντελῶς τις ἄκαρπος εὑρεθῇ.