Ancient Greek
Page 301
Ephraem Syrus Theol., De locis beatis 301
Not analysed yet
μετὰ τῶν Ἀρχαγγέλων οἱ ἐν ἐρημίαις καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς ἐν νηστείαις καὶ ἀγρυπνίαις καὶ δάκρυσι κατατήξαντες ἑαυτούς, καὶ ὁ πατὴρ τῶν ὀρφανῶν καὶ κριτὴς τῶν χηρῶν ἀποδέχεται εἰς τὰς αἰωνίους σκηνὰς τοὺς ὀρφανοὺς καὶ τὰς ὄντως χήρας. Ἐκεῖ πάσης ἀρχῆς καὶ ἐξουσίας ὁ μισθὸς ἀπόκειται καὶ ὁ τόπος ἡτοίμασται ἀρχιερέων καὶ ἱερέων καὶ διακόνων καὶ ὑποδιακόνων καὶ ἀναγνωστῶν, βασιλέων, ἀρχόντων, στρατιωτῶν, πλουσίων, πενήτων, παρθένων, μιγάδων, δούλων, ἐλευθέρων, χηρῶν καὶ ὀρφανῶν. Πάντων τούτων ἐκεῖ ἀπόκεινται οἱ μισθοὶ καὶ οἱ καρποὶ καὶ αἱ πράξεις. Ἕκαστος ὃ προέπεμψε, κατὰ τὸ γεγραμμένον, ὅτι ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἡμεῖς καὶ οἱ λόγοι ἡμῶν. Καὶ πάλιν ὁ Ἀπόστολος, ὅτι ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται. Καὶ ἀλλαχοῦ λέγει· ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει. Ταῦτα οὖν εἰδότες, σπείρωμεν ὧδε ἔργα δικαιοσύνης, καὶ σπείρωμεν ἐν χερσὶ τῶν πτωχῶν καὶ χηρῶν καὶ ὀρφανῶν, ἵνα ἐκεῖ θερίσωμεν ζωὴν τὴν αἰώ-