Ancient Greek · ~3 min
Page 44
Ephraem Syrus Theol., Precatio 44
Not analysed yet
Εὐχὴ ἐκ τῆς τοῦ ἁγίου Ἐφραὶμ διδασκαλίας Ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, Κύριε ὁ Θεὸς ὁ Παντοκράτωρ, καὶ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου, οὐδὲ ἀτενίσαι καὶ ἰδεῖν τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ πλήθους τῶν ἀδικιῶν μου, οὐδὲ ὀνομάσαι τὸ ὄνομά σου τὸ ἔνδοξον διὰ τῶν χειλέων μου τῶν ἁμαρτωλῶν· ἀνάξιον γὰρ ἐμαυτὸν πεποίηκα καὶ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, σὲ παροργίσας τὸν ἀγαθὸν Δεσπότην. Δέομαι, Κύριε, δέομαι, μή με ἀπορρίψῃς ἀπὸ τοῦ προσώπου σου, μηδὲ ἀποστῇς ἀπ' ἐμοῦ, ἵνα μὴ ἀπόλωμαι. Εἰ μὴ γὰρ ἡ χάρις σου ἐσκέπασέ με, ἤδη ἐγὼ ἀπωλόμην καὶ ἤμην νῦν ὡς χοῦς κατὰ πρόσωπον ἀνέμου· καὶ ἐγε-