Ancient Greek · ~4 min
Page 45
Ephraem Syrus Theol., Precatio 45
Not analysed yet
νόμην ἂν ὡς μὴ φανεὶς ἐν τῷ βίῳ τούτῳ. Ἀφ' οὗ γὰρ κατέλιπόν σου τὴν ὁδόν, οὐ συνήντησέ μοι ἡμέρα ἀγαθή. Καὶ γὰρ ἐν ἁμαρτίαις δοκοῦσα ἀγαθὴ ἡμέρα εἶναι, τῶν πικροτάτων πικροτάτη τυγχάνει. Καὶ ἀπὸ τοῦ νῦν ἐλπίζω τῇ χάριτί σου, ὅτι ἐνδυναμώσεις φροντίσαι τῆς ἐμαυτοῦ σωτηρίας. Καὶ νῦν προσπίπτω δεόμενος, ἀντιλαβοῦ μου τοῦ πλανηθέντος ἀπὸ ὁδοῦ δικαιοσύνης· ἔκχεε ἐπ' ἐμὲ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ὡς ἐν τῷ ἀσώτῳ υἱῷ, ὅτι κατῄσχυνά μου τὸν βίον σκορπίσας τὸν πλοῦτον τῆς χάριτός σου. Ἐλέησόν με, ὁ Θεός, καὶ ἀμνησικάκησον ἐπὶ τῷ πεφαυλισμένῳ μου βίῳ. Ὡς τὴν πόρνην καὶ τὸν τελώνην καὶ τὸν λῃστὴν οἰκτίρησόν με. Οὗτοι γὰρ ἐπὶ γῆς ὄντες ἀπεγνώσθησαν ὑπὸ πάντων· σὺ δέ, Κύριε, προσελάβου αὐτοὺς καὶ παραδείσου τρυφῆς οἰκήτορας πεποίηκας. Δέξαι οὖν καὶ ἐμοῦ τοῦ ἀχρείου δούλου σου τὴν μετάνοιαν, ὅτι κἀγὼ ἀπεγνώσθην ὑπὸ πάντων. Ἦλθες γάρ, Κύριε, οὐ δικαίους καλέσαι, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. Ὅτι σοὶ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.