Ancient Greek
Page 29
Ephraem Syrus Theol., Sermo tetrasyllabus 29
Not analysed yet
Λόγος τετρασύλλαβος Νικηθεὶς δὲ κατὰ κράτος ὁ πονηρὸς Διάβολος καθίσας ἀπωδύρετο καὶ ἔλεγε μετὰ κλαυθμοῦ. Οὐαί μοι τῷ ταλαιπώρῳ· τί πέπονθα ὁ ἄθλιος; Πῶς ἡττηθεὶς ἀνεχώρησα; Τῆς αἰσχύνης δὲ ταύτης ἐγώ εἰμι αἴτιος ὁ συνάψας μετ' αὐτῶν πόλεμον ἐπὶ πολύ. Νικηθεὶς γὰρ ἐκ πρώτης καὶ δευτέρας προσβολῆς, εὐθὺς ἐχρῆν με νοῆσαι, ὅτι Χριστὸς ἦν μετ' αὐτῶν. Νυνὶ δὲ φιλονεικήσας τοῖς ἁγίοις, τὸν μισθὸν αὐτῶν ηὔξησα εἰς τὴν ἐμὴν ἀτιμίαν, νικηθεὶς δὲ ἀνεχώρησα μετ' αἰσχύνης μεγάλης, τραυματισθεὶς τὴν κεφαλὴν ἐκ τῶν τραυμάτων τῶν ἐμῶν. Τὰς γὰρ παγίδας ἔστησα, ὥστε αὐτοὺς παγιδεῦσαι, αὐτοὶ δὲ λαβόντες αὐτὰς τὴν κεφαλήν μου ἔθλασαν. Τὰ βέλη μου τὰ