Ancient Greek
Page 30
Ephraem Syrus Theol., Sermo tetrasyllabus 30
Not analysed yet
ὀξέα, ἅπερ ἔπεμπον κατ' αὐτῶν, λαβόντες αὐτοὶ δι' αὐτῶν με ἀπέκτειναν. Ἐγὼ αὐτοὺς ἐπολέμουν ἐν πάθεσι διαφόροις, αὐτοὶ δὲ ἐτροποῦντό με τῇ δυνάμει τοῦ σταυροῦ. Δικαίως οὖν ταῦτα πάσχω ἐγὼ ὁ ἀφρονέστατος, εὐδοκίμους ἀναδείξας καὶ ἄκων τοὺς ἀγωνιστάς. Ἔδει με γὰρ σωφρονισθῆναι ὃ ἔπαθον ἀπὸ Χριστοῦ· πῶς πᾶσά μου ἡ δύναμις καθῃρέθη ὑπ' αὐτοῦ. Πάντα γὰρ τότε ἔπραξα, ὥστε αὐτὸν σταυρωθῆναι, καὶ ὁ ἐκείνου θάνατος θανάτῳ με παρέδωκε. Τὸ αὐτὸ πάλιν ἔπαθον ὁμοίως ἐπὶ μαρτύρων, ὀνειδισμὸς καὶ αἰσχύνη καὶ γέλως γεγενημένος. Ἐκίνησα γὰρ βασιλεῖς καὶ εὐτρέπισα τὰς βασάνους, ἵνα ἰδόντες πτήξωσι καὶ ἀρνήσωνται τὸν Χριστόν· οἱ δὲ οὐ μόνον οὐκ ἔπτηξαν τὰς διαφόρους κολάσεις, ἀλλὰ καὶ μέχρι θανάτου τὸν Χριστὸν ὡμολόγησαν. Οὕτως καὶ νῦν θέλων τούτους νικῆσαι διὰ πολέμων, νικηθεὶς ἀνεχώρησα μετ' αἰσχύνης μεγάλης. Οὐκέτι δύναμαι φέρειν τὸ ὄνειδος, ὃ ὑπέστην· κομπάζων μεγάλα, ὑπὸ ἀνθρώπων εὐτελῶν καθῄρηταί μου τὸ κράτος καὶ πᾶσα ἡ δυναστεία. Οὐκ οἶδα λοιπὸν τί πράξω ἢ τί ἀπολογήσομαι. Οἱ εὐτελεῖς καὶ ἀμαθεῖς στέφανον νίκης ἔλαβον, ἐγὼ δὲ ὁ ταλαίπωρος αἰσχύνην ἐκομισάμην. Ἐσκοτίσθην, ἐπτοήθην, ἐξέλιπεν ἡ ἰσχύς μου· τί οὖν