Ancient Greek
Page 31
Ephraem Syrus Theol., Sermo tetrasyllabus 31
Not analysed yet
ποιήσω ὁ ἄθλιος καὶ τί πράξω, οὐ γινώσκω. Ἀποδράσας ἀπὸ τούτων τῶν γενναίων ἀγωνιστῶν ἀπέλθω πρὸς τοὺς φίλους μου τοὺς ῥᾳθύμους τῇ προθέσει, ὅπου οὐκ ἔστι μοι κόπος, οὐδὲ πάλιν τεχνάσματα. Παρ' αὐτῶν γὰρ λαβὼν δεσμά, δεσμεύω τούτους ἐν αὐτοῖς. Δήσας δὲ αὐτοὺς ἐν δεσμοῖς ἐν οἷς αὐτοὶ εὐδοκοῦσι, τοῦ λοιποῦ ὑποχειρίους ἔχω αὐτοὺς ὥσπερ δούλους ποιοῦντας ἀεὶ τὰ ἐμὰ θελήματα ἑκουσίως, ἵνα κἂν οὕτως νικήσας, μικρὸν ἔλθω εἰς ἑαυτὸν καὶ καυχήσωμαι ἐν αὐτοῖς ὡς ἀριστεὺς καὶ νικητής. Εἰ γὰρ καὶ αὐτοὶ προθέσει πίπτουσιν εἰς τὸ βάραθρον, ἀλλ' ὅμως ἐγὼ χαίρομαι ἐπὶ τῇ ἀπωλείᾳ αὐτῶν· χαιρόμενος δὲ ὁδηγῶ εἰς ὁδὸν τῆς ἀπωλείας, ἵνα ἔχω κοινωνοὺς ἐν πυρὶ τῷ ἀσβέστῳ.