Ancient Greek
1.104.11 to 1.105.5
Epicharmus Comic. et Pseudepicharmea, Testimonia 1.104.11-1.105.5
Unproofread scanNot analysed yet
μάγειροι ὥρα σκευάζουσιν ἀνθρώποις, διαφόρων συμφόρων παντοδαπὰ συγχρίνοντες, ἐκ τῶν αὐτῶν οὐ ταυτά, βρώσις καὶ πόσις ἀνθρώποις· εἰ δὲ πάντα ὁμοία ποιήσειεν, οὐχ ἔχει τέργων, οὐδ’ εἰ ἐν τῷ αὐτῷ πάντα συντάξειεν, οὐχ ἂν ἔχοι ὀρθῶς. 35 χρουῦται τὰ χρουμάτα ἐν μουσικῇ τὸ μὲν ἄνω τὰ δὲ κάτω. γλῶσσα μουσικὴν μιμεῖται, διαγιγνώσκουσα μὲν τὸ γλυκὺ καὶ τὸ οὐχ τῶν προσπιπτόντων, καὶ διάφωνα καὶ σύμφορα. 40 χρουῦται δὲ [τοὺς φθόγγους] ἄνω καὶ κάτω, καὶ οὔτε τὰ ἄνω κάτω χρουόμενα ὀρθῶς ἔχει οὔτε τὰ κάτω ἄνω· καλῶς δὲ ἡρμοσμένης γλώσσης τῇ συμφωνίᾳ τέργως, ἀναμόστου δὲ λύπη. νακοδέφαι τείνουσι, τρίβουσι, κτενίζουσι, πλίνουσι. ταῦτα παιδίων θε- 19 ραπείη. 45 πλοχεῖς ἄγοντες κύκλῳ πλέκουσιν· ἀπὸ τῆς ἀρχῆς ἐς τὴν ἀρχὴν τελευτῶσιν. τὸ αὐτὸ περίοδος ἐν τῷ σώματι· ὅκοθεν ἄρχεται, ἐπὶ τοῦτο τελευτᾷ. χρυσίου ἐργάζονται· κόπτουσι, πλίνουσι, τήκουσι· πυρὶ μαλακῶ, ἰσχυρῶ 20 δὲ οὔ, συνίσταται. ἀπειργασμένοι πρὸς πάντα χρῶνται. ἄνθρωπος σῖτον κόπτει, πλύνει, ἀλῆθει, πυρώσας χοῖται. ἰσχυρῶι μὲν πυρὶ ἐν τῶι σώματι οὐ συνίσταται, μαλακῶι δέ. ἀνθρώποποιοι μίμησιν σώματος ποιοῦσι [πλὴν ψυχῆς], γνώμην δὲ ἔχοντες οὐ ποιοῦσιν, ἐξ ὕδατος καὶ γῆς, τὰ ὑγρὰ ξηραίνοντες καὶ τὰ ξηρὰ ὑγραίνοντες. ἀφαιροῦνται ἀπὸ τῶν ὑπερεχόντων, προστιθέασι πρὸς τὰ ἐλλείποντα· ἐκ τοῦ ἐλαχίστου ἐς τὸ μέγιστον αὐξόντες. ταῦτά πάσχει καὶ ἄνθρωπος· αὐξεται ἐκ τοῦ ἐλαχίστου ἐς τὸ μέγιστον, ἐκ τῶν ὑπερεχόντων ἀφαιρούμενος τοῖσιν ἐλλείπουσι προστιθείς, τὰ ξηρὰ ὑγραίρων καὶ τὰ ἱγρὰ ξηραίνων. κεραμεῖς τὸν τροχὸν διένευσιν, καὶ οὔτε πρὸς ὄπισω προχωρεῖ· ἀμφοτέρωσὲ ἄγει. τοῦ ὅλου ἀπομίμημα τῆς περιφορῆς. ἐν δὲ τῶι αὐτῶι ἐργάζονται περιφερομένωι παντοδαπά, οὐδὲν ὅμοιον τὸ ἕτερον τῶι ἑτέρωι ἐκ τῶν αὐτῶν τοῖσιν αὐτοῖσιν ὀργάνοισιν. ἄνθρωποι ταῦτά πάσχουσι καὶ τὰ ἄλλα ζῷα· ἐν τῇ αὐτῇ περιφορῇ πάντα ἐργάζονται ἐκ τῶν αὐτῶν οὐδὲν ὅμοιον τοῖσιν αὐτοῖσιν ὀργάνοισιν, ἐξ ὑγρῶν ξηρὰ ποιοῦντες καὶ ἐκ τῶν ξηρῶν ὑγρὰ.