Ancient Greek
1.105.6 to 1.105.17
Epicharmus Comic. et Pseudepicharmea, Testimonia 1.105.6-17
Unproofread scanNot analysed yet
γραμματικὴ τοιόνδε· σχημάτων σύνθεσις, σημεῖα ἀνθρωπίνης φωνῆς· δύναμις τὰ παροιχόμενα μνημονεύσαι, τὰ ποιητέα δηλῶσαι. διὰ ἑπτὰ σχημάτων ἢ γνώσις· ταῦτά πάντα ἄνθρωπος διαπρήσεται καὶ ὁ ἐπιστάμενος γράμματα καὶ ὁ μὴ ἐπιστάμενος, δι’ ἑπτὰ σχημάτων καὶ αἱ αἰσθήσεις ἀνθρώπωι· ἀκοὴ ψόφον, ὄψις φανερῶν, ὄντες ὀσμῆς, γλῶσσα ἡδονῆς καὶ ἀηδίας, στόμα διαλέκτον, σῶ μα ψαύσιος, θερμοῦ ἢ ψυχροῦ πνεύματος διέξοδον ξέω καὶ ἔσω· διὰ τούτων ἀνθρώπωισι γνώσις, ἀγνοσίη. παιδοτριβὴ τοιόνδε· διδάσκουσι παρανομεῖν κατὰ νόμον, ἀδίκηιν δικαίως, ἐξαπατᾶν κλέπτειν ἀρπάζεσθαι βιάζεσθαι, τὰ αἰσχίστα [καὶ] κάλλιστα. ὁ μὴ ταῦτα ποιῶν κακός, ὁ δὲ ταῦτα ποιῶν ἀγαθός. ἐπίδεξις τῆς τῶν πολλῶν ἀφροσύνης· θεῶνται ταῦτα καὶ κρῖνουσιν ἐν’ ἐξ ἀπάντων ἀγαθόν, τοὺς δὲ ἄλλους κακοὺς· πολλοὶ θαυμάζουσιν, ὀλίγοι γινώσκουσιν. ἐς ἀγορὴν ἐλθόντες ἄνθρωποι ταῦτά διαπρήσσονται· ἐξαπατῶσιν ἄνθρωποι πωλοῦντες καὶ ὠνούμενοι· ὁ πλεῖστα ἐξαπατήσας οὕτος θαυμάζεται, πίνοντες καὶ μαινόμενοι ταῦτά διαπρήσσονται. τρέχουσι, παλαίουσι, μάχονται, κλέπτουσι, ἐξαπατῶσιν· εἰς ἐκ πάντων κρῖνεται. ὑποκριτικὴ ἐξαπατᾷ εἰδῶτας· ἄλλα λέγουσι καὶ ἄλλα φρονέουσι· οἱ αὐτοὶ ἐσέρπουσι καὶ ἐξέρπουσι καὶ οὐχ οἱ αὐτοί. ἐνὶ κᾶν ἀνθρώπωι ἄλλα μὲν λέγειν ἄλλα δὲ ποιεῖν, καὶ τὸν αὐτὸν μὴ εἶναι τὸν αὐτόν, καὶ τότε μὲν ἄλλην τότε δὲ ἄλλην ἔχειν γνώμην. οὕτω μὲν αἱ τέχναι πᾶσαι τῇ ἀνθρωπίνῃ φύσει ἐπικοινωνέουσιν. τροφὴ καὶ τροφῆς εἶδος μία καὶ πολλαί. αὐξεῖ δὲ καὶ ὧννυσι καὶ σαρχοῖ καὶ ὁμοιοῖ καὶ ἀνομοιοῖ. τροφὴ δὲ τὸ τρέφον, τροφὴ δὲ τὸ οἷον [sc. τρέφειν], τροφὴ δὲ τὸ μέλλον [sc. τρέφειν]. ἀρχὴ δὲ πάντων μία καὶ τελευτὴ πάντων μία καὶ ἡ αὐτὴ τελευτὴ καὶ ἀρχή. καὶ πάντων ἐς θερμασίην βλάπτει καὶ ὠφελεῖ· ἐς ψύξιιν βλάπτει καὶ ὠφελεῖ· ἐς δύναμιν βλάπτει καὶ ὠφελεῖ. χυλοὶ . . . αὐτόματοι καὶ οὐκ αὐτόματοι, ἡμῖν μὲν αὐτόματοι, αἰτίη δ’ οὐκ αὐτόματοι.