Ancient Greek
2.104.6
Epicharmus Comic. et Pseudepicharmea, Testimonia 2.104.6
Unproofread scanNot analysed yet
10. ATHEN. XIV 648 D τὴν μὲν ἡμῖναι οἱ τὰ εἰς Ἐπίχαρμον ἀναφερόμενα ποιήματα πεποιηκότες οἴδασι κἂν τῷ Χίρωνι ἐπιγραφομένωι οὕτω λέγεται ‘καὶ —δύο’ [B 58]. τὰ δὲ Ψευδεπιχάρμεια ταῦτα ὅτι πεποιηκασιν ἄνδρες ἔνδοξοι Χρυσόγονός τε ὁ αὐλητής, ὡς φησιν Ἀριστόξενος ἐν ὀγδόωι Πολιτικῶν νόμων [FHG II 289 fr. 80], τὴν Πολιτείαν ἐπιγραφομένην. Φιλόχορος δ’ ἐν τοῖς Περὶ μαντικῆς [I 416 fr. 193] Ἀξιόπιστον τὸν εἴτε Λοκρὸν γένος εἴτε Σικυώνιον τὸν Κανόνα καὶ τὰς Γνώμας πεποιημένα φησίν. ὁμοίως δὲ ἱστορεῖ καὶ Ἀπολλόδωρος [FHG I 462 fr. 187].