Ancient Greek
2.105.1
Epicharmus Comic. et Pseudepicharmea, Testimonia 2.105.1
Unproofread scanNot analysed yet
5 1—6. Diog. III 9—17. Ἡ πολλὰ δὲ καὶ παρ’ Ἐπικάρμου τοῦ κωμωδιοποιοῦ προσωφέληται [Platon] τὰ πλεῖστα μεταγράμας, καθά φησιν Ἀλκιμος ἐν Τοῖς πρὸς Ἀμύνταν, ἃ ἐστὶ τέτταρα, ἔνθα καὶ ἐν τῷ πρώτῳ φησι ταῦτα: φαίνεται δὲ καὶ Πλάτων πολλὰ τῶν Ἐπικάρμου λέγων σκεπτέον δέ. ὁ Πλάτων φησιν αἰσθητὸν μὲν εἶναι τὸ μηδέποτε ἐν τῷ ποιῷ μηδὲ τῷ ποσῷ διαμένον, ἀλλ’ ἀεὶ 10 μένον καὶ μεταβάλλον· 10, ὡς ἐξ ὧν ἂν τις ἀνέλθῃ τὸν ἀριθμόν, τούτων οὔτε ἴσων οὔτε τινῶν οὔτε ποσῶν οὔτε ποιῶν ὄντων, ταῦτα δ’ ἐστὶν ὧν ἀεὶ γένεσις, οὐσία δὲ μηδέποτε πέφυκε. νοητὸν δὲ ἐξ οὐ μηδὲν ἀπογίνεται μηδὲ προσγίνεται. τοῦτο δ’ ἐστὶν ἡ τῶν αἰδίων φύσις, ἣν ὁμοίαν τε καὶ τὴν αὐτὴν ἀεὶ συμβέβηκεν εἶναι. καὶ μὴν ὁ γε Ἐ. περὶ τῶν αἰσθητῶν καὶ νοητῶν ἐναργῶς εἴρηκεν.