Ancient Greek
2.105.2 to 2.106.16
Epicharmus Comic. et Pseudepicharmea, Testimonia 2.105.2-2.106.16
Unproofread scanNot analysed yet
—ἀλλ’ ἀεὶ τοι θεοὶ παρήσαν, χύπέλιπον οὐ πώποκα, τάδε δ’ ἀεὶ πάρεσθ’ ὁμοία διὰ τε τῶν αὐτῶν ἀεὶ. —ἀλλὰ λέγεται μὰν χάος πρᾶτον γενέσθαι τῶν θεῶν. —πῶς δὲ κα; μὴ ἔχον γ’ ἀπὸ τινος ἐνθὲν ὁ τι πρᾶτον μόλοι. 20 5 —οὐκ ἀρ’ ἔμολε πρᾶτον οὐδέν: —οὐδὲ μὰ Δία δεῦτερον τῶνδὲ ὧν ἄμες νῦν ὧδε λέγομες, ἀλλ’ ἀεὶ τἀδ’ ἦν. 2. 170ᵃ αἱ πὸτ ἀριθμόν τις περισσόν, αἱ δὲ λῆις, πὸτ ἄρτιον, (11) ποθέμειν λῆι ψᾶφον ἢ καὶ τᾶν ὑπαρχουσᾶν λαβεῖν, 25 ἢ δοκεῖ κά τοι γ’ ωὐτὸς εἶμεν; —οὐκ ἐμὶν γα κα. —οὐδὲ μὰν οὐδ’ αἱ ποτὶ μέτρον παχυαῖον ποθέμειν λῆι τις ἕτερον μᾶκος ἢ τοῦ πρόσθ᾽ ὄντος ἀποταμεῖν ἔτι χ᾽ ὑπάρχοι κῆνο τὸ μέτρον; —οὐ γάρ. —Ὥδε νῦν ὄρη καὶ τοὺς ἀνθρώπους· ὁ μὲν γὰρ αὔξεθ᾽, ὁ δὲ γα μᾶν φθίνει, ἐν μεταλλαγᾶι δὲ πάντες ἐντὶ πάντα τὸν χρόνον. ὁ δὲ μεταλλάσσει κατὰ φύσιν κούποκ᾽ ἐν ταύτῳ μένει, ἕτερον εἴη κα τόδ᾽ ἤδη τοῦ παρεξέστακότος, καὶ τὸ δι᾽ κῶγω χθὲς ἄλλοι καὶ νυν ἄλλοι τελέθόμες, καύθις ἄλλοι κούποχ᾽ ωύτοι καττὸν <αὐτὸν αὐ> λόγον. ᾿[Vgl. Plut. d. coman. not. 44 p. 1083 Δ ο τοίνυν περὶ αὔξεσεως λόγος ἐστὶ μὲν ἀρχαιος· ἠρώτηται γάρ, ὡς φησι Χρύσιππος, ὑπ᾽ Ἐπιχάρμου. d. sera num. vind. 15 p. 559 ταύτ᾿α γε τοῖς Ἐπιχαρμείοις ἔοικεν, ἐξ ὧν οἱ ἀρούμενος ἀνέφυ τοῖς σοφισταῖς λόγος· ὁ γὰρ λαβὼν πάλαι τὸ χρέος νῦν οὐκ ὀφείλει γεγονὼς ἕτερος· ὁ δὲ κληθεὶς ἐπὶ δεῖπνον ἔχθὲς ἄκλητος ἥκει τήμερον· ἄλλος γάρ ἐστι. ANON. IN PLAT. Theaet. 71, 26 [nach 12 B 126b] καὶ ἐκμωΐδησεν αὐτὸ ἐπὶ τοῦ ἀπαιτουμένου συμβολὰς καὶ ἀρνοουμένου τοῦ αὐτοῦ εἶναι διὰ τὸ τὰ μὲν προσγεγενῆσθαι, τὰ δὲ ἀπεληλυθέναι. ἐπεὶ δὲ ὁ ἀπαιτῶν ἐτύπτησεν αὐτὸν καὶ ἐνεκαλεῖτο, πάλιν κάκείνου φάσκοντος ἕτερον μὲν εἶναι τὸν τετυπτηκότα, ἕτερον δὲ τὸν ἐγκαλούμενον].