Ancient Greek
Fragment 12
Epictetus Phil., Dissertationum Epictetearum sive ab Arriano sive ab aliis digestarum fragmenta 12
Not analysed yet
Ἀρριανοῦ. Μεγαλόθυμοι πρᾴως εἰσί τινες ἡσυχῇ καὶ οἷον ἀοργήτως πράττοντες ὅσα καὶ οἱ σφόδρα τῷ θυμῷ φερόμενοι. φυλακτέον οὖν καὶ τὸ τούτων ἀβλέπτημα ὡς πολὺ χεῖρον ὂν τοῦ διατεινόμενον ὀργίζεσθαι. οὗτοι μὲν γὰρ ταχὺ κόρον τῆς τιμωρίας λαμβάνουσιν, οἱ δὲ εἰς μακρὸν παρατείνουσιν ὡς οἱ λεπτῶς πυρέττοντες.