Ancient Greek
Fragment 13
Epictetus Phil., Dissertationum Epictetearum sive ab Arriano sive ab aliis digestarum fragmenta 13
Not analysed yet
ἐκ τῶν Ἐπικτήτου ἀπομνημονευμάτων. ἀλλʼ ὁρῶ, φησί τις, τοὺς καλοὺς καὶ ἀγαθοὺς καὶ λιμῷ καὶ ῥίγει ἀπολλυμένους. —τοὺς δὲ μὴ καλοὺς καὶ μὴ ἀγαθοὺς οὐχ ὁρᾷς τρυφῇ καὶ ἀλαζονείᾳ καὶ ἀπειροκαλίᾳ ἀπολλυμένους; —ἀλλʼ αἰσχρὸν τὸ παρʼ ἄλλου τρέφεσθαι. —καὶ τίς, ὦ κακόδαιμον, αὐτὸς ἐξ ἑαυτοῦ τρέφεται ἄλλος γε ἢ ὁ κόσμος; ὅστις γοῦν ἐγκαλεῖ τῇ προνοίᾳ, ὅτι οἱ πονηροὶ οὐ διδόασι δίκην, ὅτι ἰσχυροί εἰσι καὶ πλούσιοι, ὅμοιόν τι δρᾷ ὥσπερ εἰ τοὺς ὀφθαλμοὺς ἀπολωλεκότων αὐτῶν ἔλεγε μὴ δεδωκέναι δίκην αὐτούς, ὅτι οἱ ὄνυχες ὑγιεῖς εἶεν. ἐγὼ μὲν γάρ φημι πολὺ διαφέρειν μᾶλλον ἀρετὴν †κακίας ἢ ὀφθαλμοὶ ὀνύχων διαφέρουσιν.