Ancient Greek
Fragment 18
Epictetus Phil., Dissertationum Epictetearum sive ab Arriano sive ab aliis digestarum fragmenta 18
Not analysed yet
τοῦ αὐτοῦ. χαρίεντες, ἔφη, εἰσὶν οἱ μέγα φρονοῦντες ἐπὶ τοῖς οὐκ ἐφʼ ἡμῖν. ἐγώ, φησί, κρείττων εἰμί σου· ἀγροὺς γὰρ ἔχω πολλούς, σὺ δὲ λιμῷ παρατείνῃ. ἄλλος λέγει ἐγὼ ὑπατικός εἰμι. ἄλλος ἐγὼ ἐπίτροπος· ἄλλος ἐγὼ οὔλας τρίχας ἔχω. ἵππος δʼ ἵππῳ οὐ λέγει ὅτι κρείττων εἰμί σου· πολὺν γὰρ κέκτημαι χιλὸν καὶ κριθὰς πολλὰς καὶ χαλινοί μοί εἰσι χρυσοῖ καὶ ἐφίππια ποικίλα, ἀλλʼ ὅτι ὠκύτερός σου εἰμί. καὶ πᾶν ζῷον κρεῖττον καὶ χεῖρόν ἐστιν ἐκ τῆς ἑαυτοῦ ἀρετῆς καὶ κακίας. ἆρʼ οὖν ἀνθρώπου μόνου ἀρετὴ οὐκ ἔστιν, ἀλλὰ δεῖ ἡμᾶς εἰς τρίχας ἀφορᾶν καὶ τὰ ἱμάτια καὶ τοὺς πάππους;