Ancient Greek · ~1 min
Fragment 19
Epictetus Phil., Dissertationum Epictetearum sive ab Arriano sive ab aliis digestarum fragmenta 19
Not analysed yet
τῷ μὲν ἰατρῷ μηδὲν συμβουλεύοντι ἄχθονται οἱ κάμνοντες καὶ ἡγοῦνται ἀπεγνῶσθαι ὑπʼ αὐτοῦ· πρὸς δὲ τὸν φιλόσοφον διὰ τί οὐκ ἄν τις οὕτω διατεθείη, ὥστε οἰηθῆναι ἀπεγνῶσθαι ὑπʼ αὐτοῦ σωφρονήσειν, εἰ μηδὲν λέγοι πρὸς αὐτὸν τῶν χρησίμων;