Ancient Greek · ~4 min
Fragment 23
Epictetus Phil., Dissertationum Epictetearum sive ab Arriano sive ab aliis digestarum fragmenta 23
Not analysed yet
Ἐπικτήτου. θαυμαστὴ ἡ φύσις καί, ὥς φησιν ὁ Ξενοφῶν, φιλόζῳος. τὸ γοῦν σῶμα, τὸ πάντων ἀηδέστατον καὶ ῥυπαρώτατον, στέργομεν καὶ θεραπεύομεν· εἰ γὰρ ἔδει πέντε μόναις ἡμέραις θεραπεῦσαι τὸ τοῦ γείτονος σῶμα, οὐκ ἂν ὑπεμείναμεν. ὅρα γὰρ οἷόν ἐστιν ἕωθεν ἀναστάντα τρίβειν τοὺς ὀδόντας τοὺς ἀλλοτρίους καί τι τῶν ἀναγκαίων ποιήσαντα ἀπονίζειν ἐκεῖνα τὰ μέρη. τῷ ὄντι θαυμαστόν ἐστι φιλεῖν πρᾶγμα, ᾧ τοσαῦτα λειτουργοῦμεν καθʼ ἑκάστην ἡμέραν. νάττω τουτονὶ τὸν θύλακον· εἶτα κενῶ· τί τούτου βαρύτερον; ἀλλὰ θεῷ δεῖ με ὑπηρετεῖν. διὰ τοῦτο μένω καὶ ἀνέχομαι λούων τὸ δύστηνον τοῦτο σωμάτιον, χορτάζων, σκέπων· ὅτε δὲ νεώτερος ἦν, καὶ ἄλλο τι προσέταττέ μοι καὶ ὅμως ἠνειχόμην αὐτοῦ. διὰ τί οὖν οὐκ ἀνέχεσθε, ὅταν ἡ δοῦσα ἡμῖν φύσις τὸ σῶμα ἀφαιρῆται; —φιλῶ, φησιν, αὐτό. —οὐκ οὖν, ὃ νῦν δὴ ἔλεγον, καὶ αὐτὸ τὸ φιλεῖν ἡ φύσις σοι δέδωκεν; ἡ δʼ αὐτὴ λέγει ἄφες αὐτὸ ἤδη καὶ μηκέτι πρᾶγμα ἔχε.