Ancient Greek
Fragment 24
Epictetus Phil., Dissertationum Epictetearum sive ab Arriano sive ab aliis digestarum fragmenta 24
Not analysed yet
τοῦ αὐτοῦ. ἐὰν νέος τελευτᾷ τὸν βίον †,ἐγκαλεῖ τοῖς θεοῖς †,ὅτι δέον αὐτὸν ἤδη ἀναπεπαῦσθαι πρᾶγμα ἔχει, καὶ οὐδὲν ἧττον, ὅταν προσίῃ ὁ θάνατος, ζῆν βούλεται καὶ πέμπει παρὰ τὸν ἰατρὸν καὶ δεῖται αὐτοῦ μηδὲν ἀπολιπεῖν προθυμίας καὶ ἐπιμελείας. θαυμαστοί, ἔφη, ἄνθρωποι μήτε ζῆν θέλοντες μήτε ἀποθνῄσκειν.