Ancient Greek
Section 10
Epictetus Phil., Gnomologium Epicteteum (e Stobaei libris 3‑4) 10
Not analysed yet
10 (21). Ὁ πλοῦτος οὐ τῶν ἀγαθῶν, ἡ πολυτέλεια τῶν κακῶν, ἡ σωφροσύνη τῶν ἀγαθῶν. καλεῖ δὲ ἡ μὲν σωφροσύνη ἐπὶ τὴν εὐτέλειαν καὶ τὴν κτῆσιν τῶν ἀγαθῶν, ὁ δὲ πλοῦτος ἐπὶ τὴν πολυτέλειαν καὶ ἀφέλκει τῆς σωφροσύνης. δυσχερὲς ἄρα πλουτοῦντα σωφρονεῖν ἢ σωφρονοῦντα πλουτεῖν.