Ancient Greek
Section 11
Epictetus Phil., Gnomologium Epicteteum (e Stobaei libris 3‑4) 11
Not analysed yet
11. (22). Ὥσπερ, εἰ ἐν νηὶ ἐσπάρης ἢ ἐτέχθης, οὐκ ἂν ἔσπευδες αὐτῆς κυβερνήτης ὑπάρχειν, οὔτε γὰρ ἐκεῖ σοι φύσει ἡ ναῦς συνέσται οὔτε ἐνταῦθα ὁ πλοῦτος, ἀλλὰ πάντῃ ὁ λόγος. ὅπερ οὖν σοι φυσικὸν καὶ συγγενές, ὁ λόγος, τοῦτο καὶ οἰκεῖον ἡγησάμενος τούτου ἐπιμελοῦ.