Ancient Greek
109.4 to 109.31
Epicurus, Deperditorum Librorum Reliquiae 109.4-31
Unproofread scanNot analysed yet
ἐν ποίοις οὐκ ἔστιν ἀταρακτῆσαι. ἂν οὖν οἴωμεθα καὶ ὡδὶ πως ἐνδεχόμενον αὐτὸ γίνεσθαι, ἐφ' οἷς ὁμοίως ἀταρακτῆσαι, αὐτὸ τὸ ὅτι πλεοναχῶς γίνεται γνωρίζοντες ὡςπερ κἂν ὅτι ὡδὶ πως γίνεται εἰδῶμεν ἀταρακτῆσομεν. Ἐπὶ δὲ τούτοις ὅλως ἅπασιν ἐκεῖνο δεῖ κατανοεῖν, ὅτι τάραχος ὁ κυριώτατος ταῖς ἀνθρωπίαις ψυχαῖς γίνεται ἐν τῷ ταῦτα μακάριά τε δοξάζειν καὶ ἄφθαρτα, καὶ ὑπεναντίας ἔχειν τούτω βουλήσεις ἄμα καὶ πράξεις καὶ αἰτίας, καὶ ἐν τῷ αἰωνίῳ τι δεινὸν ἀεὶ προσδοκᾶν ἢ ὑποπτεύειν κατὰ τοὺς μύθους εἴ τε καὶ αὐτὴν τὴν ἀναι- σθησίαν τὴν ἐν τῷ τεθνάναι φοβουμένους ὡςπερ οὖσαν κατ' αὐτούς, καὶ ἐν τῷ μὴ δόξαις ταῦτα πάσχειν ἀλλ' ἀλόγῳ γέ τινι παραστάσει, ὅθεν μὴ ὁρίζοντας τὸ δεινὸν τὴν ἴσην ἢ καὶ ἐπιτεταμένην ταραχὴν λαμβάνειν τῷ εἰ- καίως δοξάζοντι ταῦτα· ἡ δὲ ἀταραξία τῷ τούτων πάν- ἀταρακτῆσαι om B |οὖν om H¹ ||5 ὡδὴπως F ὡδ*πως P¹ |γίνεσθαι] γίνεσθαι καὶ libri |ἐφ' οἷς] ἐν ποίοις Q **οἷς P¹ |ὁμοίως] ὁμοίως ἔστιν GH ||7 κἂν δ[τι κἂν ὡ δήπως] F |γίνονται ἀλλὰ λόγῳ FP¹Q ||16 ἔστάσει P περιστάσει sed in mg παρα- στάσει H ||17 ἐπιτεταμένην H¹f |τῷ BGf: τὸ FHPQ |εἰ καὶ ΕΡΙΣΤΥΛΑ ΠΡΙΜΑ των ἀπολελύσθαι καὶ συνεχῆ μνήμην ἔχειν τῶν ὅλων καὶ κυριωτάτων.