Ancient Greek
110.3
Epicurus, Deperditorum Librorum Reliquiae 110.3
Unproofread scanNot analysed yet
Ὦθεν τοῖς πάθεσι προσεκτέον τοῖς παροῦσι καὶ ταῖς αἰσθήσεσι, κατὰ μὲν τὸ κοινὸν ταῖς κοιναις, κατὰ δὲ τὸ ἴδιον ταῖς ἰδίαις, καὶ πάσῃ τῇ παρούσῃ καθ' ἕκαστον τῶν κριτηρίων ἐνἀργεία. ἂν γὰρ τούτοις προσέχωμεν, τὸ ὀθεν ὁ ταραχος καὶ ὁ φόβος ἐγίνετὸ ἐξαιτιολογήσομεν ὀρθῶς καὶ ἀπολύσομεν, ὑπὲρ τε μετεώρων αἰτιολογούντες καὶ τῶν λοιπῶν τῶν ἀεὶ παρεμπιπτόντων, ὅσα φοβεὶ τοὺς λοιποὺς ἐσχάτως.