Ancient Greek
110.4
Epicurus, Deperditorum Librorum Reliquiae 110.4
Unproofread scanNot analysed yet
Ταῦτά σοι, ὦ Ἥροδοτε, ἐστι κεφαλαιωδέστατα ὑπὲρ τῆς τῶν ὅλων φύσεως ἐπιτετημένα. ὡστ' ἐὰν γένηται δυνατὸς ὁ λόγος οὗτος κατασχεθεὶς μετ' ἀκριβείας, οἶμαι, ἐὰν μὴ καὶ πρὸς ἅπαντα βαδίσῃ τις τῶν κατὰ μέρος ἀκριβωμάτων, ἀσύμβλητον αὐτὸν πρὸς τοὺς λοιποὺς ἀνθρώπους ἀδρότητα λήψεσθαι. καὶ γὰρ καὶ καθαρὰ ἀφ' ἑαυτοῦ ποιήσει πολλὰ τῶν κατὰ μέρος ἐξακριβουμένων κατὰ τὴν ὅλην πραγματείαν ἡμῖν, καὶ αὐτὰ ταῦτα ἐν μνήμῃ τιθέμενα συνεχῶς βοηθήσει. τοιαῦτα γὰρ ἐστιν, ὥστε καὶ τοὺς <καὶ τὰ> κατὰ μέρος ἤδη ἐξακριβοῦντας ἱκανῶς ἢ καὶ