Ancient Greek
128.2
Epicurus, Deperditorum Librorum Reliquiae 128.2
Unproofread scanNot analysed yet
Χιόνα δὲ ἐνδέχεται συντελεῖσθαι καὶ ὕδατος λεπτοῦ 10 ἐκχεομένου ἐκ τῶν νεφῶν διὰ πόρων συμμετρίας καὶ θλίψεις ἐπιτηδείων νεφῶν ὑπὸ πνευμάτων σφοδράς, εἶτα τούτου πῆξιν ἐν τῇ φορᾷ λαμβάνοντος διὰ τινὰ ἰσχυρὰν ἐν τοῖς κατωτέρω τόποις τῶν νεφῶν ψυχρασίας περίστασιν. καὶ κατὰ πῆξιν δ' ἐν τοῖς νέφεσιν ὁμαλὴ ἀραιότης 15 ἔχουσιν τοιαύτη πρόεσις ἐκ τῶν νεφῶν γίνοιτο ἂν πρὸς ἄλληλα θλιβομένων ὕδατοειδῶν καὶ συμπαρακειμένων· ἃ οἷονεὶ σύνωσιν ποιούμενα χάλαζαν ἀποτελεῖ, ὃ 108 μάλιστα γίνεται ἐν τῷ ἕαρι. καὶ κατὰ τριμὴν δὲ νεφῶν